Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.79.4 | Hdt. 4.80.3 (English) | >>Hdt. 4.81.4 |
4.80.1 ὡς δὲ μετὰ ταῦτα ἐξήλαυνε ὁ Σκύλης ἐς ἤθεα τὰ ἑωυτοῦ , οἱ Σκύθαι προστησάμενοι τὸν ἀδελφεὸν αὐτοῦ Ὀκταμασάδην , γεγονότα ἐκ τῆς Τήρεω θυγατρός , ἐπανιστέατο τῷ Σκύλῃ .
4.80.2 ὁ δὲ μαθὼν τὸ γινόμενον ἐπʼ ἑωυτῷ καὶ τὴν αἰτίην διʼ ἣν ἐποιέετο , καταφεύγει ἐς τὴν Θρηίκην . πυθόμενος δὲ ὁ Ὀκταμασάδης ταῦτα ἐστρατεύετο ἐπὶ τὴν Θρηίκην . ἐπείτε δὲ ἐπὶ τῷ Ἴστρῳ ἐγένετο , ἠντίασάν μιν οἱ Θρήικες , μελλόντων δὲ αὐτῶν συνάψειν ἔπεμψε Σιτάλκης παρὰ τὸν Ὀκταμασάδην λέγων τοιάδε ·
4.80.3 “τί δεῖ ἡμέας ἀλλήλων πειρηθῆναι ; εἶς μέν μευ τῆς ἀδελφεῆς παῖς , ἔχεις δέ μευ ἀδελφεόν . σὺ δέ μοι ἀπόδος τοῦτον , καὶ ἐγὼ σοὶ τὸν σὸν Σκύλην παραδίδωμι · στρατιῇ δὲ μήτε σὺ κινδυνεύσῃς μήτʼ ἐγώ .”
4.80.4 ταῦτά οἱ πέμψας ὁ Σιτάλκης ἐπεκηρυκεύετο · ἦν γὰρ παρὰ τῷ Ὀκταμασάδη ἀδελφεὸς Σιτάλκεω πεφευγώς . ὁ δὲ Ὀκταμασάδης καταινέει ταῦτα , ἐκδοὺς δὲ τὸν ἑωυτοῦ μήτρωα Σιτάλκη ἔλαβε τὸν ἀδελφεὸν Σκύλην .
4.80.5 καὶ Σιτάλκης μὲν παραλαβὼν τὸν ἀδελφεὸν ἀπήγετο , Σκύλεω δὲ Ὀκταμασάδης αὐτοῦ ταύτῃ ἀπέταμε τὴν κεφαλήν . οὕτω μὲν περιστέλλουσι τὰ σφέτερα νόμαια Σκύθαι , τοῖσι δὲ παρακτωμένοισι ξεινικοὺς νόμους τοιαῦτα ἐπιτίμια διδοῦσι .
ch. 81
4.81.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.79.4 | Hdt. 4.80.3 (English) | >>Hdt. 4.81.4 |